Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.89 Joseph. AJ 6.92 (English) >>Joseph. AJ 6.96

6.91τίς οὖν ἔσχεν ὑμᾶς ἄνοια φυγεῖν μὲν τὸν θεὸν, ὑπὸ βασιλέα δὲ εἶναι θέλειν; ἀλλʼ ἐγὼ μὲν ἀπέδειξα τοῦτον ὃν αὐτὸς ἐπελέξατο, ἵνα μέντοι γε φανερὸν ποιήσω τὸν θεὸν ὀργιζόμενον καὶ δυσχεραίνοντα τῇ τῆς βασιλείας ὑμῶν αἱρέσει, δηλῶσαι τοῦθʼ ὑμῖν τὸν θεὸν παρασκευάσω διὰ σημείων ἐναργῶς· γὰρ οὐδέπω πρότερον εἶδεν ὑμῶν οὐδεὶς ἐνταῦθα γεγενημένον, θέρους ἀκμῇ χειμῶνα, αἰτησάμενος τὸν θεὸν παρέξω τοῦτο νῦν ὑμῖν ἐπιγνῶναι.” 6.92 καὶ ταῦτα εἰπόντος πρὸς τὸ πλῆθος τοῦ Σαμουήλου βρονταῖς σημαίνει τὸ θεῖον καὶ ἀστραπαῖς καὶ χαλάζης καταφορᾷ τὴν τοῦ προφήτου περὶ πάντων ἀλήθειαν, ὡς τεθαμβηκότας αὐτοὺς καὶ περιδεεῖς γινομένους ἁμαρτεῖν τε ὁμολογεῖν καὶ κατʼ ἄγνοιαν εἰς τοῦτο προπεσεῖν, καὶ ἱκετεύειν τὸν προφήτην ὡς πατέρα χρηστὸν καὶ ἐπιεικῆ τὸν θεὸν αὐτοῖς εὐμενῆ καταστῆσαι καὶ ταύτην ἀφεῖναι τὴν ἁμαρτίαν, ἣν πρὸς οἷς ἐξύβρισαν ἄλλοις καὶ παρηνόμησαν προσεξειργάσαντο. 6.93 δὲ ὑπισχνεῖται καὶ παρακαλέσειν τὸν θεὸν συγγνῶναι περὶ τούτων αὐτοῖς καὶ πείσειν, συνεβούλευε μέντοι δικαίους εἶναι καὶ ἀγαθοὺς καὶ μνημονεύειν ἀεὶ τῶν διὰ τὴν παράβασιν τῆς ἀρετῆς αὐτοῖς κακῶν συμπεσόντων καὶ τῶν σημείων τοῦ θεοῦ καὶ τῆς Μωυσέος νομοθεσίας, εἰ σωτηρίας αὐτοῖς καὶ τῆς μετὰ τοῦ βασιλέως εὐδαιμονίας ἐστὶν ἐπιθυμία.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.89 Joseph. AJ 6.92 (English) >>Joseph. AJ 6.96

Powered by PhiloLogic